Ancient Greek · ~3 min
Γ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.5-2
Not analysed yet
Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ᾿ ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀναβλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὤσι᾿ ,ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται. τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτόματον συμβαίνει δι᾿ εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος.