Ancient Greek
Ε, Chapter 9
Theophrastus, Enquiry into Plants 9.4-3
Not analysed yet
Τέμνουσι δὲ καὶ ζητοῦσι εἰς τὰς ἀνθρακιὰς τὰ εὐθέα καὶ τὰ λεῖα· δεῖ γὰρ ὡς πυκνότατα συν θεῖναι πρὸς τὴν κατάπνιξιν. ὅταν δὲ περι αλείψωσι τὴν κάμινον, ἐξάπτουσι παρὶ μέρος παρακεντοῦντες ὀβελίσκοις. εἰς μὲν τὴν ἀνθρακιὰν τὰ τοιαῦτα ζητοῦσι. Δύσκαπνα δὲ τῷ γένει μὲν ὅλως τὰ ὑγρά· καὶ τὶ χλωρὰ διὰ τοῦτο δύσκαπνα. λέγω δὲ τὰ ὑγρὰ τὰ ἕλεια, οἶον πλάτανον ἰτέαν λεύκην αἴγειρον· ἐπεὶ καὶ ἡ ἄμπελος ὅτε ὑγρ δύσκαπνος. ἐκ δὲ τῆς ἰδίας φύσεως ὁ φοῖνιξ, ὃν δὴ καὶ μάλιστά τινες ὑπειλήφασι δύσκαπνον· ὅθεν καὶ Χαιρήμων ἐποίησε “τοῦ τε δυσκαπνοτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτήτους φλέβας.”