Ancient Greek · ~3 min
I, Chapter 9
Theophrastus, Enquiry into Plants 9.5-5
Not analysed yet
Τῆς δὲ χαμαίδρυος τὰ μὲν φύλλα πρὸς τὰ ῥήγματα καὶ πρὸς τὰ τραύματα ἐν ἐλαίῳ τριβόμενα καὶ πρὸς τὰ νεμόμενα ἕλκη· τὸν δὲ καρπὸν καθαίρειν χολήν· ἀγαθὸν δὲ καὶ ὀφθαλμοῖς· πρὸς δὲ τὰ ἄργεμα προσάγειν τὸ φύλλον τρίψαντα ἐν ἐλαίῳ. ἔχει δὲ φύλλα μὲν οἶάπερ δρῦς, τὸ δὲ ἀνάστημα τῆς ὅλης ὅσον σπιθαμιαῖον· εὔοσμον δὲ καὶ ἡδύ. Τὸ μὲν οὖν μὴ πρὸς ταὐτὸ πάντα τὰ μέρη χρήσιμα τυγχάνειν οὐκ ἴσως ἄτοπον· τὸ δὲ τῆς αὐτῆς ῥίζης τὸ μὲν ἄνω τὸ δὲ κάτω καθαίρειν θαυμασιώτερον, οἷον καὶ τῆς θαψίας καὶ τῆς ἰσχάδος, οἱ δ᾿ ἄπιον καλοῦσι, καὶ τῆς λιβανωτίδος· ὅτι γὰρ αὖ καὶ κάτω καὶ ἄνω ταὐτὰ δύναται ,καθάπερ τὸ ἐλατήριον, οὐθὲν ἄτοπον.