Ancient Greek · ~1 min
I, Chapter 9
Theophrastus, Enquiry into Plants 9.6-4
Not analysed yet
Ἔχει δὲ ἡ θαψία φύλλον μὲν ὅμοιον τῷ μαράθῳ πλὴν πλατύτερον καυλὸν δὲ ναρθηκώδη ῥίζαν δὲ λευκήν. Ἡ δ᾿ ἰσχὰς ἢ ἄπιος φύλλον μὲν ἔχει πηγανῶδες βραχὺ καυλοὺς δ᾿ ἐπιγείους τρεῖς ἢ τέτταρας ῥίζαν δὲ οἵανπερ ὁ ἀσφόδελος πλὴν λεπυριώδη· φιλεῖ δὲ ὀρεινὰ χωρία καὶ κοχλακώδη. συλλέγεται δὲ τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τῶν εἰρημένων.