Ancient Greek · ~4 min
Γ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.6-2
Not analysed yet
Ἐλάτη δ᾿ ἐστὶν ἡ μὲν ἄρρην ἡ δὲ θήλεια, διαφορὰς δ᾿ ἔχουσα τοῖς φύλλοις· ὀξύτερα γὰρ καὶ κεντητικώτερα τὰ τοῦ ἄρρενος καὶ ἐπεστρομμένα μᾶλλον, δι᾿ ὃ καὶ οὐλότερον τῇ ὄψει φαίνεται τὸ δένδρον ὅλον. καὶ τῷ ξύλῳ· λευκότερον γὰρ καὶ μαλακώτερον καὶ εὐεργέστερον τὸ τῆς θηλείας καὶ τὸ ὅλον στέλεχος εὐμηκέστερον· τὸ δὲ τοῦ ἄρρενος ποικιλώτερον καὶ παχύτερον καὶ σκληρότερον καὶ περίμητρον μᾶλλον ὅλως δὲ φαυλότερον τὴν ὄψιν. ἐν δὲ τῷ κώνῳ τῷ μὲν τοῦ ἄρρενός ἐστι κάρυα ὀλίγα ἐπὶ τοῦ ἄκρου, τῷ δὲ τῆς θηλείας ὅλως οὐδέν, ὡς οἱ ἐκ Μακεδονίας ἔλεγον. ἔχει δὲ πτέρυγας τὸ φύλλον καὶ ἐπ᾿ ἔλαττον, ὥστε τὴν ὅλην μορφὴν εἶναι θολοειδῆ καὶ παρόμοιον μάλιστα ταῖς Βοιωτίαις κυνέαις· πυκνὸν δὲ οὕτως ὥστε μήτε χιόνα διϊέναι μήθ᾿ ὑετόν. ὅλως δὲ καὶ τῇ ὄψει τὸ δένδρον καλόν· καὶ γὰρ ἡ βλάστησις ἰδία τις, ὥσπερ εἴρηται, παρὰ τὰς ἄλλας καὶ μόνη τάξιν ἔχουσα· τῷ δὲ μεγέθει μέγα καὶ πολὺ τῆς πεύκης εὐμηκέστερον.