Ancient Greek · ~2 min
Ε, Chapter 9
Theophrastus, Enquiry into Plants 9.8-2
Not analysed yet
Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν ἐλαιώδης ἡ ὑγρότης· δἰ ὃ καὶ τὰ ἀγάλματά φασιν ἰδίειν ἐνίοτε· ποιοῦσι γὰρ ἐκ τούτων. ὃ δὲ καλοῦσιν οἱ μάντεις Εἰλειθυίας ἄφεδρον, ὑπὲρ οὖ καὶ ἐκθύονται, πρὸς τοῖς ἐλατίνοις γίνεται συνισταμένης τινὸς ὑγρότητος, τῷ σχήματι μεν στρογγύλον μέγεθος δὲ ἡλίκον ἄπιον ἢ καὶ μικρῷ μεῖζον ἢ ἔλαττον. ἐκβλαστάνει δὲ μάλιστα τὰ ἐλάϊνα καὶ ἀργὰ κείμενα καὶ εἰργασμένα πολλάκις, ἐὰν ἰκμάδα λαμβάνῃ καὶ ἔχῃ τόπον νοτερόν· ὥσπερ ἤδη τις στροφεὺς τῆς θύρας ἐβλάστησε, καὶ εἰς κυλίκιον πλίνθινον τεθεῖσα κώπη ἐν πήλῳ.