Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.1-6
Not analysed yet
I. Περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται πρότερον· ἑπόμενον δ᾿ εἰπεῖν περί τε τῶν φρυγανικῶν καὶ ποιωδῶν καὶ εἴ τινες ἐν τούτοις ἕτεραι συμπεριλαμβάνονται φύσεις· οἶον ἥ γε σιτηρὰ ποιώδης ἐστί. Πρῶτον δὲ λέγωμεν περὶ τῆς φρυγανικῆς· αὕτη γὰρ ἐγγυτέρω τῶν προειρημένων διὰ τὸ ξυλώδης. εἶναι. πανταχοῦ μὲν οὖν ἴσως αἰεὶ τὸ ἄγριον τοῦ ἡμέρου πλεῖον, εἰ δὲ μή, περί γε τὴν φρυγανικὴν οὐσίαν· ὀλίγον γὰρ τὸ ἥμερον αὐτῆς, ὅπερ σχεδὸν ἐν τοῖς στεφανωτικοῖς ἐστιν, οἶον ῥοδωνία ἰωνία διόσανθος ἀμάρακος ἡμεροκαλλές, ἔτι δὲ ἕρπυλλος σισύμβριον ἑλένιον ἀβρότονον. ἅπαντα γὰρ ταῦτα ξυλώδη καὶ μικρόφυλλα, δι᾿ ὃ καὶ φρυγανικά.