Ancient Greek · ~2 min
Book 1, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.12.3
Not analysed yet
πιθανὸς δὲ καὶ ταύτῃ δόξειεν ἂν ὁ λόγος ὅτι τὰ μὲν ἄνω κωλύεται διὰ τὸν πέριξ ἀέρα ψυχρὸν ὄντα, τὰ δὲ κάτω στεγαζόμενα τῇ γῇ καὶ ἅμα συγκατακλειόμενα ὑπὸ τοῦ θερμοῦ διὰ τὴν ἀντιπερίστασιν τῇ τε ὑγρότητι καὶ τροφῇ προσαύξεται. πάντα γὰρ αὐτοῖς ὑπάρχει δι᾽ ὦν ἡ αὔξησις καὶ ἡ γένεσις. σημεῖον δὲ καὶ τὸ ἐπὶ τοῦ σίτου συμβαῖνον, ὃς ὑπὸ τοῦ χειμῶνος πιλούμενος ῥιζοῦται μᾶλλον, ὃ δὴ καρκινοῦσθαι λέγουσιν, ὡς τὴν ἀπὸ τῶν ἄνω δύναμιν καὶ τροφὴν εἰς τὰ κάτω τρεπομένην.