Ancient Greek · ~3 min
Book 1, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.12.4
Not analysed yet
ταύτῃ μὲν οὖν δόξειεν ἂν μερίζεσθαι τὸ τῆς αὐξήσεως· τῇδε δὲ πάλιν οὐκ ἂν δόξειεν· ἔν τε γὰρ τῇ πρώτῃ γενέσει προτερεῖ μὲν ἡ ῥίζα τῶν βλαστῶν οὐ μὴν τοσοῦτον ὥστε χρόνου γίνεσθαι πλῆθος, ἀλλὰ βραχύ τι πάντως ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ καρδία καὶ τὰ περὶ τὴν καρδίαν· ἁπλῶς γὰρ ὡς εἰπεῖν ἡ φύσις οὐθὲν καθάπερ ἡ τέχνη ποιεῖ κατὰ μέρος, ἀλλὰ πάντ᾽ ἀθρόα καταβάλλεται. συντελεῖ δὲ ἑτέρων ἕτερα πρότερον. εἰ δὲ καὶ ἐν τῇ πρώτῃ γενέσει τοῦτ᾽ ἐπί τινων ἀναγκαῖόν ἐστιν, ἀλλ᾽ οὔτι γε ἐν τῇ τροφῇ καὶ αὐξήσει, τὰ μὲν πρότερον τρέφεσθαι, τὰ δ᾽ ὕστερον, ὥσπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἅμα πως μάλιστα πάντα καὶ ὁ ὅλος ὄγκος ὥσπερ κατὰ συνέχειαν καὶ τρέφεται καὶ ἐπιδίδωσιν. ὃ καὶ κατὰ τὴν αὔξησίν ἐστι φανερόν.