Ancient Greek · ~2 min
Book 1, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.12.8
Not analysed yet
ἅπαν μὲν γὰρ τὸ ζῶν τρέφεται, τὸ δ᾽ ἐν ὁρμῇ τῆς αὐξήσεως ὂν αὔξεται· τὰ δὲ φυτὰ πανταχῆ καὶ τὰ νέα καὶ τὰ παλαιὰ προορμᾷ πρὸς αὔξησιν. εἰ μὴ ἄρα συμβαίνει τότε μὲν αὐξάνεσθαι τοὺς ὅλους ὄγκους ἅμα δὲ τῇ ὥρᾳ διαγελώσῃ τὰς ἐκβλαστήσεις γίνεσθαι· τοῦτο δὲ οἷον γένεσίς τις ἤδη· δι᾽ ὃ καὶ οὐκ ἄλογον ἐν αὑτοῖς ὥσπερ κύοντα κατέχειν ἢ συναθροίζοντα καὶ λαμβάνοντα πρὸς τὴν κύησιν ἐν οἷς ὄγκος γίνεται καὶ αὔξησις, εἶθ᾽ ἅμα ταῖς ὥραις ἀποτίκτουσιν.