Ancient Greek
Book 1, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.12.9
Not analysed yet
ἔχουσι γὰρ δή τινας οἱ κλάδοι καὶ οἱ ἀκρεμόνες ἐν ἑαυτοῖς ἀρχὰς ζωτικὰς, αἳ διαθερμαινόμεναι τῇ ὥρᾳ προΐενται τοὺς βλαστοὺς καὶ μὴ ῥιζουμένων τῶν κάτω· τοῦτο δὲ μάλιστα φανερὸν ἐν τοῖς ἀφαιρουμένοις φυτοῖς τῶν ἀμπέλων τε καὶ ἑτέρων καὶ συντιθεμένοις ἐν πίθοις· προβλαστάνουσι γὰρ οἱ βλαστοὶ τῆς ὥρας καθηκούσης· ὁτὲ δὲ καὶ τὰ πηγνύμενα κλήματα καὶ κράδαι καὶ χάρακες ἐκ τῶν ἄνωθεν ἐβλάστησαν ὅσον εἰς ἀρχὴν, κάτωθεν δὲ οὐκ ἐρριζώθησαν, ὡς ἔχοντα μὲν ἐν ἑαυτοῖς ἤδη τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τροφῆς δὲ δεόμενα μετὰ τὸν τόκον ἧς μὴ γινομένης καταξηραίνεται.