Ancient Greek
Book 1, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.13.1
Not analysed yet
Ζητήσειε δ᾽ ἄν τις ἐκ τῶν μικρῷ πρότερον εἰρημένων πότερον τὰ δένδρα κατὰ χειμῶνα κύει πρὸς καρπογονίαν, τοῦ δ᾽ ἦρος ἀποτίκτει καὶ τοῦθ᾽ οἷον περίοδός ἐστι χρόνοις ὡρισμένοις καθάπερ τοῖς ζώοις ἢ διὰ τὴν ἔνδειαν τῆς τροφῆς συμβαίνει καὶ διὰ τὴν ψυχρότητα τοῦ ἀέρος. εἰ γὰρ ἐν τοῖς εὐδιεινοῖς καὶ μαλακοῖς αἰεὶ βλαστάνουσιν οὐκ ἂν εἴη τεταγμένη τοῖς χρόνοις ἡ κύησις, εἰ δὲ μὴ οὔτι γε ταύταις ταῖς ὥραις ὡς ὅλον ἅμα βλαστάνειν πάλιν καὶ εἴ τι τὸ ὀργῶν ἀποτίκτειν.