Ancient Greek · ~2 min
Book 1, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.13.2
Not analysed yet
εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοίη τούτοις ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν ἂν ἀλόγως ἔχειν οὐδ᾽ ὡς Ἐμπεδοκλῆς ἀείφυλλα καὶ ἐμπεδόκαρπά φησι θάλλειν καρπῶν ἀφθονίῃσι κατ᾽ ἠέρα πάντ’ ἐνιαυτόν, ὑποτιθέμενός τινα τοῦ ἀέρος κρᾶσιν τὴν ἠρινὴν κοινήν· ἐκεῖνο δ᾽ ἄν τις ἴσως ἐν τούτοις ἀπορήσειε πότερα καὶ πεπάνσεις ὅμοιαι τῶν καρπῶν ἢ ἐνδεέστεραι γίνονται ἀσθενεστέρου ὄντος τοῦ θερμοῦ καὶ τῆς ὥρας ὑγροτέρας· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὑπό θεσιν θεωρείσθω·