Ancient Greek · ~3 min
Book 1, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.16.6
Not analysed yet
τάχα δ᾽ οὐδ᾽ ἄν που δόξειεν ὅλως ἄτοπον εἶναι τὸ μᾶλλον ἐφικνεῖσθαι τὰ ἄγρια τῶν σπερμάτων ὥσπερ ἄρρενα ὄντα πυκνότερά τε καὶ ξηρότερα τὴν φύσιν· διαθηλύνουσι γὰρ αἱ κατεργασίαι καὶ αἱ τροφαί· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὁμοιότητά τινα λεγέσθω πορρωτέρω κείμενον· τῶν δὲ πεπάνσεων εἰς μὲν τὴν γένεσιν αὕτη κυριωτέρα, πρὸς δὲ τὴν ἡμετέραν χρείαν ἡ τῶν περικαρπίων. ἐν ποτέρᾳ δὲ δεῖ θέσθαι τὸ τελειότερον ἄλλος λόγος· ἐπεὶ οὕτω γε καὶ ὧν τοῖς φύλλοις μόνον χρώμεθα καὶ ὧν ταῖς ῥίζαις ὥσπερ τῶν λαχάνων αὕτη κυριωτέρα πέψις ἔσται. καίτοι γε τούτων τὸ τέλος ἐν τοῖς σπέρμασιν οἷς ἡμεῖς οὐδὲν χρώμεθα πρὸς τὴν τροφήν.