Ancient Greek · ~2 min
Book 1, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.16.7
Not analysed yet
ἔστι δέ τις καὶ οὗτος ὁ λόγος ὡς διὰ τὴν ψυχρότητα τῶν ἀγρίων οὐ δυναμένων πέττειν. τοὺς δὲ πυρῆνας ἐκ τῆς ξυλώδους καὶ περιττωματικῆς γίνεσθαι τροφῆς ὥσπερ τὰ ὀστᾶ ἐν τοῖς ζώοις· αὐτὸ μὲν τοῦτ᾽ ἴσως οὐ κακῶς εἰ ὁ πυρὴν ἐκ τοῦ γεώδους καὶ ξυλώδους, ἀλλὰ τὸ σπέρμα οὐκ ἔθ᾽ ὁμοίως, ἀλλ᾽ ἐκ τῆς καθαρωτάτης περιττώσεως. πέφυκε δὲ τὰ θερμὰ μάλιστα σπερμοφυεῖν ᾗ θερμότερα ἂν εἴη. καίτοι γε τῆς τῶν ἡμέρων θερμότητος ἐκεῖνο φέρεται σημεῖον ἡ τῶν ὀπῶν δύναμις· ὁ μὲν γὰρ τῆς συκῆς τὸ γάλα πήγνυσιν, ὁ δὲ τοῦ ἐρινεοῦ οὐ πήγνυσιν ἢ κακῶς.