Ancient Greek
Book 1, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.17.4
Not analysed yet
αὐτῶν μὲν οὖν τούτων σχεδὸν ἐν τούτοις αἱ αἰτίαι τοῦ πρότερον καὶ ὕστερον. οὐ μὴν καθόλου τῶν δένδρων ἐστὶ τὸ πρώϊον. πολλαὶ γὰρ διαφοραὶ καὶ ἀμπέλων καὶ συκῶν ὥστ᾽ ἐνίων πόρρω πάνυ πεπαίνεσθαι, δι᾽ ὅπερ ἴσως τὰς καθόλου λεκτέον αἰτίας. πρωΐκαρπα μὲν ὅσα μήτε κάθυγρα μήτε ψυχρὰ τοῖς ὀποῖς, ἔτι δὲ γυμνὰ ἢ λεπτοῖς ὑμέσι περιεχόμενα καὶ τὴν πέψιν ἔχοντα τῶν χυλῶν ὑδαρῆ καὶ μὴ παχεῖαν·