Ancient Greek · ~1 min
Book 1, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.17.5
Not analysed yet
ὀψίκαρπα δὲ τὰ ἐναντία τούτων ὅσα κάθυγρα καὶ ψυχρὰ καὶ τοῖς καρποῖς ἢ τοῖς περικαρπίοις ξυλώδη καὶ σκληρὰ καὶ ὧν αἱ περιοχαὶ τοιαῦται καὶ ἅμα πλείους, ἔτι δὲ ὧν οἱ χυλοὶ καὶ πρὸς τὰς πέψεις λιπαροὶ ἢ ἄλλην τινὰ ἔχοντες παραπλησίαν δύναμιν.