Ancient Greek
Book 1, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.18.1
Not analysed yet
Ἐν τῷ αὐτῷ δέ πως γένει τῆς αἰτίας ἐστὶ καὶ τὸ μὴ τὴν ἀρίστην καὶ πίειραν καὶ βαθύγειον ἀρίστην εἶναι τοῖς δένδροις ἀλλὰ τὴν δευτέραν, τῷ δὲ σίτῳ ἐκείνην. ἐν μὲν γὰρ τῇ ἀρίστῃ κατὰ βάθους ἰούσης τῆς ῥίζης καὶ τῆς χώρας εὐτραφοῦς πλείω τῆς συμμέτρου τροφὴν ἐπισπῶνται, ἐν δὲ τῇ λεπτογείῳ καὶ μὴ βαθείᾳ τὰς ῥίζας ἀναγκαῖον ἐπιπολαιοτέρας εἶναι καὶ τροφὴν ἐλάττω καὶ σύμμετρον· ἐπεὶ καὶ ἐν ταῖς ψαφαραῖς καὶ ταῖς πετρώδεσι δύνανται λαμβάνειν ἱκανὴν καθιέντα καὶ βιαζόμενα ταῖς ῥίζαις, ἔτι δὲ καὶ καταψύχειν τὰς ῥίζας ἥ γε πετρώδης δοκεῖ μᾶλλον ὅπερ ἐπιζητεῖ τὰ δένδρα.