Ancient Greek
Book 1, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.18.2
Not analysed yet
ὁ δὲ σῖτος ἐν μὲν ταῖς ἀγαθαῖς συλλαμβάνει μὲν πλείω διὰ τὸ μὴ κατὰ βάθους εἶναι τὰς ῥίζας ἐν δὲ ταῖς μοχθηραῖς καὶ καταξηραίνεται διὰ τὸ μὴ ἔχειν πολλάς· καταψύξεως δὲ δεῖται διὰ τὸ μὴ κατὰ βάθους εἶναι· ὅταν δὲ ἐπομβρίαι γένωνται οὐ πολὺς ὁ διασωζόμενος καὶ χείρων ἐστίν. ἐπεὶ καὶ οἱ τῶν δένδρων καρποὶ διὰ τὸ κρατεῖσθαι τῷ πλήθει τῆς τροφῆς ἐξίστανται τῶν γενῶν ὥσπερ ἐλέχθη πρότερον.