Ancient Greek
Book 1, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.19.1
Not analysed yet
Ἐπεὶ δ᾽ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ χρόνον εἶναι, τὸν δὲ ὑπερβάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ᾽ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν.