Ancient Greek · ~2 min
Book 1, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.19.2
Not analysed yet
ὅσα μὲν οὖν ξυλώδεσιν ἢ δερματικοῖς τισι περιέχεται καθάπερ τά τε κάρυα καὶ βάλανοι ταῦτα μὲν περιστεγόμενα διατηρεῖται πρὸς τὴν τῆς βλαστήσεως ὥραν, ὧν δὲ σαρκώδη τὰ περικάρπια ταῦτα δὴ σηπομένων καὶ περιρρεόντων αὐτὰ καθ᾽ αὑτὰ σώζεται, τὰ μὲν ὄντα ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ ὁ τοῦ φοίνικος καὶ ὁ τῆς ἐλάας πυρὴν, τὰ δὲ ἐν ὑμέσι καὶ χιτῶσι περιεχόμενα πλείοσι, τὰ δὲ καὶ ἀλλήλοις πως συνημμένα καὶ κοινὴν περιοχὴν ἔχοντα καθάπερ καὶ τὰ τῶν ἀπίων καὶ μήλων· ἅπαντα γὰρ ταῦθ᾽ ὡς εἰπεῖν ἐν μείζοσι περικαρπίοις ἵνα πλείω διαμένῃ χρόνον.