Ancient Greek · ~2 min
Book 1, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.19.4
Not analysed yet
περιμένουσι δὲ τὴν πέπανσιν καὶ οὐκ εὐθὺς ἀφαιροῦσιν ὅτι καὶ ἡ κατεργασία καὶ ἡ ἀφαίρεσις χαλεπωτέρα καὶ ἔτι τὰ δένδρα λυμαίνοιτ᾽ ἂν ῥαβδιζόμενα. φαίνεται δ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς ἡ τοῦ θερμοῦ φύσις δημιουργεῖν τὸ ἔλαιον καὶ τὴν λιπαρότητα τοῦ χυλοῦ συμμετρίαν ἔχουσα πρὸς τὸ ὑποκείμενον. ἡ δὲ πλείων ὥσπερ ἀλλοτρία καὶ ἐπίθετος πρὸς περιττώματος χώραν. οἷον ἀντισπῶσα μᾶλλον εἰς τὴν σάρκα τὴν τοῦ χυλοῦ δύναμιν·