Ancient Greek · ~2 min
Book 1, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 1.19.3
Not analysed yet
τῶν μὲν οὖν καρπῶν αὕτη φυλακὴ καὶ σωτηρία πρὸς τὴν γένεσιν. ἡ δὲ τῶν περικαρπίων παραμονὴ ὅρον τινὰ ἔχει καθάπερ ἐλέχθη πρὸς τὴν χρείαν. ἐπεὶ καὶ οἱ χυλοὶ χρονιζόμενοι καὶ ἀνυγραινόμενοι χείρους γίνονται, τῶν δὲ οὐδὲ πλείους ἀπό τινος ὥρας ὥσπερ οὐδὲ τῶν ἐλαῶν ἀπ᾽ ἀρκτούρου· μέχρι τούτου γὰρ τὸ ἔλαιον ἐγγίνεσθαι δοκεῖ, ἀπὸ δὲ τούτου τῆς σαρκὸς ἡ αὔξησις, καὶ ἐάν γε δὴ πλείω ποιῇ ὕδατα καὶ χεῖρον γίνεσθαι τὸ ἔλαιον ἀμόργην λαμβάνον πλείω, πολλάκις δὲ καὶ σηπομένου τοῦ καρποῦ.