Ancient Greek
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.3
Not analysed yet
οὐ μόνον δ᾽ οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καί- τοι τάχ᾽ ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ᾽ ἡ θεραπεία πρὸς καρπογονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρόβιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέριφον. ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων·