Ancient Greek
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.4
Not analysed yet
καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μακροβιότητος ὥσπερ εἴρηται. καὶ ὅσα δι᾽ ἀσθένειαν εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ᾽ ἔνια καὶ ἄκαρπα καθάπερ ἐν τοῖς ἐπετείοις ἡ σικύα περὶ ἧς καὶ πρότερον ἐλέχθη· ταῦτα γὰρ οὐδ᾽ εἰς τελείωσιν ἀφικνεῖσθαι δύνανται τῆς φύσεως. ἔνια δὲ καὶ τῶν δένδρων εὔφθαρτα διὰ μανότητα καὶ ἀσθένειαν οὐκ ὄντα πολύκαρπα καθάπερ ἡ δάφνη· ταύτης γάρ ἐστιν ἣ καὶ ἄκαρπος ὅλως ἡ βρυοφόρος.