Ancient Greek
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.7
Not analysed yet
ἀνὰ λόγον δὲ καὶ αἱ ἀπύρηνοι τῶν πυρηνωδῶν καὶ αἱ μαλακοπύρηνοι τῶν σκληρῶν, καὶ ἐπὶ μυρρίνων δὲ καὶ τῶν ἄλλων ὡσαύτως· καὶ γὰρ πλεῖον ἀφαιρεῖται τῆς φύσεως καὶ τὸ ὅλον ἀσθενέστερα καὶ μανότερα ταῦτα δι᾽ ὃ καὶ πρωϊκαρπότερα· θᾶττον γὰρ καὶ μᾶλλον ὑπακούει τῷ ἀέρι τὸ ἀσθενές· ὡς δὲ Δημόκριτος αἰτιᾶται τὰ εὐθέα τῶν σκολίων βραχυβιώτερα καὶ πρωϊβλαστότερα διὰ τὰς αὐτὰς ἀνάγκας εἶναι, –τοῖς μὲν γὰρ ταχὺ διαπέμπεσθαι τὴν τροφὴν ἀφ᾽ ἧς ἡ βλάστησις καὶ οἱ καρποὶ, τοῖς δὲ βραδέως διὰ τὸ μὴ εὔρουν εἶναι τὸ ὑπὲρ γῆς ἀλλ᾽ αὐτὰς τὰς ῥίζας ἀπολαύειν, καὶ γὰρ μακρόρριζα ταῦτα εἶναι καὶ παχύρριζα –δόξειεν ἂν οὐ καλῶς λέγειν.