Ancient Greek · ~2 min
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.6
Not analysed yet
ἀρχαὶ δὲ φθορᾶς τοῖς ἀσθενέσι καὶ ἀπὸ πληγῆς καὶ ἀπὸ πνευμάτων μεγέθους καὶ ἀφ᾽ ἑτέρων τινῶν τοιούτων· ἐκ πολλῶν γὰρ εὐκίνητον τὸ ἀσθενές. ἐὰν δὲ πρὸς τούτῳ καὶ πολύκαρπον ᾖ καθάπερ ἡ ῥόα καὶ μηλέα ἡ ἐαρινὴ καὶ μᾶλλον· ἐξ ἀμφοτέρων γὰρ τάχα δ᾽ ἐκ πολλῶν αἱ ἀρχαί. καὶ αἵ γε μηλέαι καὶ σκωληκοῦνται τάχιστα θᾶττον δὲ αἱ γλυκεῖαι. καὶ τοῦτο πάσχουσι καὶ ὅλως γηράσκουσιν οὐχ αἱ μηλέαι μόναι ἀλλὰ καὶ αἱ ῥόαι· τὸ γὰρ ποτιμώτατον ἀφαιρεῖται τῆς φύσεως. ἅμα δὲ καὶ αἱ μὲν ὥσπερ ἄγριαί τινες αἱ δ᾽ ἥμεροι τυγχάνουσιν.