Ancient Greek · ~2 min
Book 2, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.12.1
Not analysed yet
Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος σήσαμον ἐρύσιμον μήκων κύμινον. αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥᾳδίῳ τὸ πλῆθος. ὡς δ᾽ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ᾽ ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις·