Ancient Greek · ~2 min
Book 2, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.12.2
Not analysed yet
ἔτι δ᾽ οἱ καυλοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μονοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρθηκωδῶν καὶ κεφαλορρίζων ἀλλ᾽ αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ᾽ εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μάλιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν.