Ancient Greek
Book 2, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.17.1
Not analysed yet
Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.