Ancient Greek · ~3 min
Book 2, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.17.2
Not analysed yet
οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν εἰ γὰρ ἀληθὲς ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ᾽ ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς ἀλλ᾽ οὐδὲ τοὺς καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν τὴν δὲ φυλλοβόλον οὐθὲν ἄτοπον, κἂν ἡ μὲν ἐν ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν.