Ancient Greek · ~3 min
Book 2, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.19.2
Not analysed yet
ἐπὶ δ᾽ οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως τὰ ἀείφυλλα φυλλορροεῖν. ἡ δ᾽ αἰτία πρότερον εἴρηται περὶ πάντων τούτων. γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ᾽ ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμάτων τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν γὰρ χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ᾽ ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι᾽ ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης.