Ancient Greek
Book 2, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.19.3
Not analysed yet
τῶν δ᾽ ἀειφύλλων οἷς μὴ συμβαίνει τοῦτο διὰ τὸ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀκμήν τινα καὶ ὥσπερ ἰσχύν τινα εἶναι τῆς βλαστήσεως διὰ τοῦτο οὐκ ἂν συμβαίνοι· τῶν γὰρ ἰσχόντων οὐθὲν εὐπαθές. ἡ δὲ τῶν ἀνθῶν σύμμυσις καὶ δίοιξις ἐλαφροτέρα καὶ ῥᾴων ἰδεῖν· ὑπὸ γὰρ τοῦ ψύχους καὶ τῆς ἀλέας γίνεται ψυχρῶν ὄντων καὶ ἀσθενῶν· συμμύει μὲν γὰρ ξυνιόντος καὶ οἷον πηγνυμένου τοῦ ὑγροῦ, συναπολείπει γὰρ καὶ τὸ θερμὸν, ἀνοίγεται δὲ πάλιν διαχεομένου καὶ ἀνιέντος ὅπερ ὁ ἥλιος ποιεῖ.