Ancient Greek · ~2 min
Book 3, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.1.ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Γ.
Not analysed yet
Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης.