Ancient Greek · ~2 min
Book 3, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.11.2
Not analysed yet
ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρα συμφέρει διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι᾽ ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι᾽ ὃ μικρᾶς τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι.