Ancient Greek · ~2 min
Book 3, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.11.3
Not analysed yet
τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι κρατίστη δι᾽ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς,