Ancient Greek
Book 3, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.19.1
Not analysed yet
Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις κόπρισις ἡ τοῦ ἐδάφους ἐργασία τὰ δὲ ἴδια καθ᾽ ἕκαστον γένος οἷον ἡ διακάθαρσις· καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι᾽ εὐτροφίαν.