Ancient Greek · ~2 min
Book 3, Chapter 19
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.19.2
Not analysed yet
καὶ ὁ ῥάφανος δὲ καὶ τὸ πήγανον ἀποσκληρύνονται καὶ ἀποξηραίνονται. κολουσθέντα δὲ καὶ παλιμβλαστῆ γενόμενα μείζω καὶ καλλίω καὶ εὐχυλότερα· δεῖ γὰρ καὶ τῶν χυλῶν καὶ τῶν ὀσμῶν ἀφαιρεῖσθαι τὸ ἄγαν δριμὺ, τῇ γὰρ μεσότητι τὸ ἡδὺ καὶ τὸ σύμμετρον. ἐν δὲ τοῖς ἄλλοις ἀφαίρεσις μὲν οὐκ ἔστι πλὴν ὅσα κειρόμενα καλλίω καθάπερ τὸ πράσον ἢ εἴ τι τῶν πολυβλαστῶν.