Ancient Greek
Book 3, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.5.3
Not analysed yet
ἐπεὶ καὶ τοὺς τόπους ὅτι μάλιστα ὁμοίους ζητοῦσι διὰ τὰς αὐτὰς αἰτίας καὶ προμοσχεύοντες φυτεύουσιν· ἰσχυρότερα γὰρ καὶ ὥσπερ ἤδη βεβιωκότα. καὶ τὰ φυτὰ μάλιστα μὲν ὑπόρριζα λαμβάνουσιν, ἔχει γὰρ εὐθὺς καὶ ἀρχάς· εἰ δὲ μὴ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω καὶ γὰρ ταῦτα ἐμβιώτερά ἐστι πλὴν ἀμπέλου καὶ συκῆς καὶ εἴ τι ἄλλο ὑγρὸν ὥσπερ εἴρηται. τὰ γὰρ ὑγρὰ κάλλιον ἀπὸ τῶν ἄνω βλαστάνει τὰ δ᾽ ἄλλα διὰ τὴν ξηρότητα καὶ τὴν λεπτοδερμίαν τὰ μὲν ὅλως οὐ βλαστάνει τὰ δὲ χεῖρον· τὸ δ᾽ ὑπόρριζον ὡς προπεπονημένον τι τῆς φύσεως ἔχει καθάπερ τὸ μεμοσχευμένον ᾧ δεῖ χρῆσθαι.