Ancient Greek · ~2 min
Book 3, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.5.4
Not analysed yet
καὶ διὰ τοῦτο βέλτιον λέγουσιν ὀρθὰ κελεύοντες τὰ τοιαῦτα τιθέναι καὶ μὴ ὑποβάλλοντές τι μέρος ὥσπερ τοῖς ἀρρίζοις ὅπως ἡ ῥίζα βλαστάνῃ. συμβαίνειν γὰρ δοκεῖ πλαγίων τιθεμένων ἀφαυαίνεσθαι τὰς πρότερον, ἄτοπον δὲ ζητεῖν ἑτέρας ἀποβάλλοντα τὰς ὑπαρχούσας. ὀρθῶς δὲ καὶ τὸ μὴ πολὺ τῆς γῆς ὑπερέχειν τὸ φυτὸν, εἰ δὲ μὴ γίνεται δυσαυξὲς ὅταν ᾖ πλέον τοῦ τρεφομένου τὸ πονοῦν. ἔνια δὲ καὶ ἀφαυαίνεται καθάπερ ἡ συκῆ καὶ εἴ τι ἄλλο μανόν· ἅμα δὲ καὶ ἀθροωτέρα φέρεται μᾶλλον ἡ τροφὴ πρὸς τὴν βλάστησιν, ὃ καὶ ἐπὶ τῶν κατακοπτομένων συμβαίνει.