Ancient Greek · ~2 min
Book 3, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.5.5
Not analysed yet
τὰ γὰρ παρὰ τὴν γῆν ὅτι μάλιστα κοπέντα θᾶττον παραγίνεται τῶν ἐν ὕψει. φανερὸν δὲ καὶ ἐπὶ τῶν τῆς ἀμπέλου φυτῶν καὶ εἴ τι ἄλλο τομὴν ζητεῖ κατὰ τὴν φυτείαν. τῶν δὲ τῆς ἐλάας καὶ τῶν μυρρίνων καὶ ὅλως ὅσα φύεται μείζω πάντων ἀποστέγουσι τὰς τομὰς ὅπως μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ λάβῃ· κίνδυνος γὰρ νοσῆσαι ῥαγέν. περιαλείφουσι δὲ οἱ μὲν πηλὸν μόνον οἱ δὲ σκίλλαν ὑποτιθέντες εἶτ᾽ ἄνωθεν τὸν πηλὸν ἐπὶ τούτῳ δὲ τὸ ὄστρακον· δοκεῖ γὰρ ἡ μὲν σκίλλα χλωρὸν παρέχειν ὁ δὲ πηλὸς ἐκείνην τηρεῖν τὸ δ᾽ ὄστρακον τὸν πηλόν.