Ancient Greek · ~2 min
Book 3, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.7.3
Not analysed yet
ἅπαν δὲ φυτὸν ὅταν ἐκβλάστῃ τὸ πρῶτον ἐᾷν ῥιζωθῆναι μηδὲν κινοῦντα τῶν ἄνω καθάπερ ἐπὶ τῶν ἀμπέλων ποιοῦσιν ἀφιέντες τὰς ῥάχους, εἶθ᾽ ὅταν ἰσχύωσιν τότε περιαιρεῖν τὰ ἄνω καταλιπόντα τὰ κάλλιστα καὶ τὰ ἐπιτηδειότατα πεφυκότα. ἀρριζώτου γὰρ ὄντος ἐὰν περιαιρῇ καὶ κινῇ τις ἀσθενὲς ὂν κινδυνεύσει μᾶλλον, ἐὰν δ᾽ ἐρριζωμένου καὶ ἰσχύοντος αὐτό τε ἀπαθὲς ἔσται καὶ τὴν τροφὴν ἀποδώσει πλείονα τοῖς καταλοίποις.