Ancient Greek · ~2 min
Book 3, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.7.4
Not analysed yet
ἡ δὲ ἀναγωγὴ καὶ ἣν καλοῦσιν οἱ πολλοὶ τῶν φυτῶν παιδείαν οἷον σχηματισμός ἐστι καὶ μόρφωσις τῶν δένδρων ὕψει τε καὶ ταπεινότητι καὶ πλάτει καὶ τοῖς ἄλλοις. ὡς δ᾽ ἐπὶ πᾶν ἐπιτέμνουσι τὰ ὑψηλὰ πλὴν ὅσα φύσει τοιαῦτα καὶ ἔστι καὶ βούλεται καθάπερ φοῖνιξ πεύκη κυπάριττος. ἀκαρπότερα γὰρ γίνεται διὰ πολλοῦ τῆς τροφῆς ἰούσης καὶ ἐνταῦθα καταναλισκομένης ἀλλὰ δεῖ πολύκλαδα καὶ πολυβλαστῆ ποιεῖν· ἅμα γὰρ τῇ πολυκαρπίᾳ καὶ εὐτρυγητότερα καὶ τὸ ὅλον εὐθεραπευτότερα γίνεται, δι᾽ ὃ καὶ περιαιρετέον τὰς μὴ κατὰ καιρὸν βλαστήσεις.