Ancient Greek · ~2 min
Book 4, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.7.7
Not analysed yet
ἐκεῖνο δ᾽ ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ᾽ οὗ ἀμφοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι.