Ancient Greek
Book 4, Chapter 8
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.8.1
Not analysed yet
Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ᾽ ἄν τις τὴν ἀσθένειαν δι᾽ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν.