Ancient Greek
Book 4, Chapter 8
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.8.3
Not analysed yet
δι᾽ ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σιτηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεωδέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ μὴ ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρπίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι᾽ ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ᾽ ἐστὶ τῆς τυχούσης χώρας ἀλλ᾽ ἀγαθῆς.