Ancient Greek · ~3 min
Book 4, Chapter 8
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.8.4
Not analysed yet
ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. αἰτίαν δ᾽ ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρκεῖν εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ διαβλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται καταξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. φαίνεται δὲ συνεργεῖν πως τῇ γενέσει καὶ οἰ- κεῖον εἶναι· σημεῖον δ᾽ ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι᾽ ἣν δ᾽ αἰτίαν μόνον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας.