Ancient Greek · ~3 min
Book 5, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.1.ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Ε.
Not analysed yet
Τῶν δ᾽ ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτόματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοιαῦθ᾽ ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν·