Ancient Greek · ~2 min
Book 5, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.17.5
Not analysed yet
αἱ δὲ κολούσεις φθείρουσιν ὅλως ὀλίγα· μόνον γὰρ μάλιστα τὸ τῆς ἀμπέλου φυτὸν ἀπόλλυται καὶ εἴ τι ἕτερον ἁπαλὸν καὶ ἀσθενὲς καὶ εὐθύπορον· ταῦτα γὰρ αἴτια τοῖς τοιούτοις τῆς φθορᾶς· χείρω δὲ ποιοῦσι πλείω· καὶ γὰρ ἡ ἀμυγδαλῆ πικρὰ γίνεται καὶ ἡ ῥόα σκληροτέρα καὶ ἕτερ᾽ ἄττα μεταβάλλει· τὸ δ᾽ αἴτιον εἴρηται πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης συναλλοιοῦται καὶ τὸ τέλος·