Ancient Greek · ~3 min
Book 5, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.17.6
Not analysed yet
χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπικάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι᾽ ὃ καὶ ὁ πόνος πλείων. ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ᾽ οὐκ ἀπόλλυται μὲν, ἄκαρπα δὲ γίνεται· τὴν δ᾽ αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί τι τῆς δυνάμεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρπός. ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ᾽ ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ᾽ ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βραδύκαρπα κατά γε τὴν παρ᾽ ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ μὴ ἀκαρπεῖ ταῦθ᾽ ἐκεῖ κολουόμενα.